TLG 0092 001 :: ANONYMI GEOGRAPHIAE EXPOSITIO COMPENDIARIA :: Geographiae expositio compendiaria

ANONYMI GEOGRAPHIAE EXPOSITIO COMPENDIARIA Geogr.
(Incertum)

Geographiae expositio compendiaria

Source: Müller, K. (ed.), Geographi Graeci minores, vol. 2. Paris: Didot, 1861 (repr. Hildesheim: Olms, 1965): 494–509.

Citation: Section — (line)

T

[ΑΝΩΝΥΜΟΥ] ΥΠΟΤΥΠΩΣΙΣ ΓΕΩΓΡΑΦΙΑΣ ΕΝ ΕΠΙΤΟΜῌ.

1T

Ἀναμέτρησις τῆς ὅλης γῆς.

1

Ἡ τῆς ὅλης γῆς περίμετρος σταδίων ͵κεʹ μυριά‐ δων καὶ ͵β παραδέδοται. Μῆκος δὲ τῆς οἰκουμένης τὸ μὲν ἀπ’ ἀνατολῆς ἐπὶ δύσιν σταδίων ἀναμεμέτρηται ἑπτακισμυρίων. Τοῦτο δέ ἐστι τὸ ἀπὸ Γάγγου ποτα‐
5μοῦ ἐκβολῆς, τοῦ ἐν Ἰνδοῖς ἑωθινωτάτου, ἐπὶ τὸ δυτι‐ κώτατον τῆς ὅλης οἰκουμένης ἀκρωτήριον, ὃ καλεῖται μὲν Ἱερὸν, τῆς Λυσιτανίας δ’ ἐστὶν ἄκρον· τόδ’ ἐστὶ τῶν Ἡρακλέους στηλῶν δυτικώτερον σταδίοις που τρισχιλίοις. Τοῦτο μὲν δὴ τὸ μῆκος τῆς ὅλης οἰκου‐
10μένης. Τὸ δὲ πλάτος, ᾗ πλατυτάτη οὖσα τυγχάνει, τρισμυρίων ἀναμετρεῖται σταδίων, χιλίων ἔλαττον, ἀπὸ μεσημβρίας ἐπὶ τὰς ἄρκτους.

2

Καὶ τὰ μὲν ἀπὸ τοῦ ἀρκτικοῦ πόλου μέχρι τοῦ ἀρκτικοῦ κύκλου τριάκοντα καὶ ἓξ τμήματα πάντα ἐστὶν ἀοίκητα διὰ κρύος· στάδιοι δ’ εἰσὶν οὗτοι δισμύ‐ ριοι καὶ ͵ε καὶ σʹ· ἀοίκητα δέ ἐστι καὶ τὰ ἀπὸ τοῦ
5ἰσημερινοῦ ἐπὶ σταδίους ͵η[ω], ᾗ ἀρχὴν τῆς καθ’ ἡμᾶς οἰκουμένης ὑποτιθέμεθα, καθάπερ κατ’ ἄρκτους τὰ μετὰ τὸν ἀρκτικὸν εὐθέως κύκλον· ὥστε τοὺς πάντας τῆσδε τῆς ἐπιφανείας ἀοίκους συνάγεσθαι σταδίους τρισ‐ μυρίους καὶ ͵δ. Λοιπὸν οὖν καταλείπονται οἰκήσιμοι
10ὑπὸ τὴν εὔκρατον πεπτωκότες στάδιοι δισμύριοι καὶ ͵θ, ἅπερ ἐστὶ μίλια μὲν ͵γχκεʹ, σχοῖνοι δὲ, ἐκ σταδίων λʹ, μικρῷ πλέον ἐννακόσιοι· ὃ δὴ καὶ πλάτος ἐστὶ τῆς καθ’ ἡμᾶς οἰκουμένης.

3T

Περὶ διαιρέσεως τῆς οἰκουμένης.

3

Διαιρεῖται δὲ ἡ ὅλη οἰκουμένη εἰς ἠπείρους τρεῖς, Ἀσίαν τε καὶ Λιβύην καὶ Εὐρώπην. Ἡ δὲ διαίρεσις ἰσθμοῖς ἢ πορθμοῖς. Καί εἰσιν ὅροι τῶν ἠπείρων, τῆς μὲν Εὐρώπης πρὸς τὴν Λιβύην Στῆλαι τε καὶ πορθμὸς
5Ἡράκλειος, δι’ οὗ ἡ καθ’ ἡμᾶς εἰσχεῖται θάλασσα· τῆς δὲ Ἀσίας πρὸς τὴν Εὐρώπην ἰσθμὸς, ὃς ἀπὸ τοῦ μυχοῦ τῆς Μαιώτιδος λίμνης ἐπὶ τὴν πρὸς ἄρκτους θάλασσαν διήκει· διαρρεῖ δὲ τὸν ἰσθμὸν τοῦτον ποταμὸς Τάναϊς.
Χωρίζεται δὲ καὶ ἡ Ἀσία τῆς Λιβύης ἰσθμῷ πάλιν494
10στενῷ· τοῦτον δὲ * ἡ ἀπὸ τῆς κατὰ τὸ Πηλούσιον θα‐ λάσσης ἐπὶ τὸν μυχὸν ἀνιοῦσα τοῦ Ἀραβίου κόλπου γραμμή. Οἱ μέντοι παλαιοὶ τήν τε Λιβύην καὶ τὴν Εὐρώπην, ὥσπερ μίαν οὖσαν, συναμφοτέρας ἐκάλουν ἑνὶ καὶ μόνῳ τῷ τῆς Εὐρώπης ὀνόματι.

4T

Πῶς ἔχουσι σχέσεως αἱ τρεῖς ἤπειροι πρὸς τὸν ὁρίζοντα τὴν οἰκουμένην κύκλον.

4

Πάλιν δὲ τῶν τριῶν ἠπείρων ἡ μὲν Εὐρώπη πρὸς ἄρκτους καὶ δύσεις ἐστὶ πᾶσα, ἡ δὲ Λιβύη πρὸς μεσημβρίαν καὶ δύσιν, ἡ δὲ Ἀσία πρὸς τὰς ἀνατολὰς κειμένη ἀντιπαρήκει ταῖς δύο ἠπείροις· ἀπὸ γὰρ τῶν
5βορειοτάτων ἐπὶ τὰ νοτιώτατα τῆς ἐγνωσμένης ἐκτεί‐ νεται.

5T

Περὶ τῶν κατὰ τὴν Εὐρώπην ἐθνῶν.

5

Τούτων ἐκκειμένων, ὑπογραψόμεθα ὁλοσχερῶς κατὰ τὸ τυπωδέστατον τὰ καθ’ ἑκάστην ἤπειρον ἔθνη, καὶ τὰς ἐμπεριεχομένας θαλάσσας, ὡς δύνασθαι ῥᾷστά τινα, διὰ τῆς πρὸς ἄλληλα σχέσεως αὐτῶν, τὴν ὅλην
5οἰκουμένην μηδὲν εἰκόνος δεηθέντα τῷ νῷ περιαθρῆ‐ σαι.

6

Ἔστι τοίνυν κατὰ τὸ κεφαλαιῶδες ἐν μὲν τῇ Εὐρώπῃ ἔθνη τάδε· Ἱσπανίαι τρεῖς, ἃς Ἰβηρίας πρό‐ τερον ἐκάλουν. Αὗται δὲ χερρονήσου δίκην περιρρέον‐ ται ὑπὸ θαλάσσης κατὰ σφόδρα στενὸν ἰσθμὸν, ἐφ’ οὗ τὰ
5Πυρηναῖά ἐστιν ὄρη, ἀφαιρούμενα τὰς Γαλλίας ἀπ’ αὐτῶν. Καὶ ἔστιν ἡ μὲν Λυσιτανία πρὸς τῷ δυσμικῷ ὠκεανῷ, ἡ δὲ Βαιτικὴ κατὰ τὴν ἐντὸς θάλασσαν, ὀλί‐ γον τι καὶ τῆς ἔξω μετὰ τὸν πορθμὸν ἐπιλαμβάνουσα· ἡ δὲ Ταρρακωνησία διήκει ἀπὸ τοῦ ὠκεανοῦ ἢ τῆς
10ἐκτὸς θαλάσσης ἐπὶ τὴν ἐντὸς θάλασσαν.

7

Τῶν δὲ Γαλλιῶν, ἃς πρότερον Γαλατίας ἔλεγον, ἑξῆς κειμένων, ἡ μὲν Ἀκουιτανία καὶ Λουγδουνησία καὶ Βελγικὴ, ἐν ᾗ εἰσὶν αἱ δύο Γερμανίαι, πρὸς τὴν ἐκτὸς νενεύκασι θάλασσαν· ἐπιλαμβάνουσι μέντοι ὅσον
5πλεῖστον τῆς μεσογαίου, καὶ μάλιστα ἡ Λουγδουνη‐ σία· πρὸς δὲ τὴν ἐντὸς θάλασσαν ἀντιπαρατείνουσα
ταύταις ἡ Ναρβωνησία κεῖται.495

8

Πάλιν δὲ μετὰ τὴν Βελγικὴν πρόσεισιν ἐπ’ ἀνα‐ τολὰς συχνὸν ὅσον ἡ Γερμανία, νενευκυῖα καὶ αὐτὴ πρὸς τὴν ἐκτὸς θάλασσαν· μετὰ δὲ τὴν Ναρβωνησίαν ἡ Ἰταλία περιεχομένη δύο θαλάσσαις. Ὁρίζεται δὲ
5ἡ μὲν Γερμανία τῷ Ῥήνῳ ποταμῷ, ὃς ὁρμηθεὶς ἀπὸ τῶν ὑπὲρ τὰς Ἄλπεις ὀρῶν εἰς τὴν ἐκτὸς ἐκδίδωσι θά‐ λασσαν· ἡ δὲ Ἰταλία πρὸς τὴν Ναρβωνησίαν τοῖς πα‐ ραλίοις Ἄλπεσιν. Αὗται δ’ ἀνιοῦσαι πρὸς ἄρκτους, εἶτα πρὸς ἀνατολὰς ἐπιστραφεῖσαι καὶ τὴν λοιπὴν
10Ἰταλίαν ἀπὸ τῶν ὑπερκειμένων ἐθνῶν χωρίζουσιν.

9

Οὐ πρὸ πολλοῦ δὲ τῶν τοῦ Ῥήνου πηγῶν τὰς ἀρ‐ χὰς ἔχων ὁ Ἴστρος, ὃν μέχρι Νουιοδούνου πόλεως Δά‐ νουβιν καλοῦσιν, ὁρίζει τὴν Γερμανίαν πρὸς τὰ ὑπο‐ κείμενα ἔθνη, Ῥαιτίαν μὲν καὶ Οὐινδελικίαν καὶ
5Νωρικὸν ὑπὲρ τὰς Ἄλπεις καὶ τὴν Ἰταλίαν κείμενα, ἐκτὸς δὲ τῶν Ἄλπεων τὰς δύο Παννονίας, ὑφ’ ἃς [ἥ] ἐστι κατὰ τὰ ἀνατολικὰ Δαλματία καλεῖται.

10

Τῆς Γερμανίας μετὰ τὸν Οὐϊστούλαν ποταμὸν ἔχεται Σαρματία, ἀναλαμβάνουσα πολλὴν γῆν καὶ πολλὰ ἔθνη καὶ τῆς ἑτέρας ἠπείρου * μένουσα δέ πως ἀποτερματίζεται παρὰ Εὐρώπῃ λίμνῃ τῇ Μαιώτιδι·
5εἶτα μετὰ τὸν ἰσθμὸν τῆς Ταυρικῆς χερρονήσου (αὕτη δὲ ἔκκειται πορθμὸν πρὸς τὴν Ἀσίαν ποιοῦσα τὸν κα‐ λούμενον Κιμμέριον Βόσπορον) ἀπολαμβάνει τοῦ Πόν‐ του τὰ μέχρι Βορυσθένους ποταμοῦ.

11

Καὶ ἔστιν ὑπὸ μὲν τὰ δυτικώτατα τῆς Σαρμα‐ τίας ἐπὶ νότον κατιοῦσα μετὰ τοὺς Ἰάζυγας τοὺς Με‐ τανάστας ἡ Δακία, ὁριζομένη τῷ Ἴστρῳ, ὑπὸ δὲ τὰ
λοιπὰ καὶ πρὸς ἀνατολὰς ὑποβέβληται ἡ κάτω Μυσία·496
5ἐπιλαμβάνει δὲ καὶ αὕτη συχνόν τι καὶ τῆς ὑπὲρ τὸν Ἴστρον χώρας, τήν τε παράλιον κατέχει πᾶσαν ὅση ἐστὶν ἀπὸ Βορυσθένους ἐπὶ Μεσημβρίαν πόλιν.

12

Ὑπόκειται δὲ καὶ τῇ Δακίᾳ μετὰ τὸν Ἴστρον ἡ ἄνω Μυσία, συνάπτουσα πρὸς μὲν ἀνατολὰς τῇ κάτω Μυσίᾳ, πρὸς δὲ δύσεις Δαλματίᾳ. Ἔστι δὲ καὶ ὑπὸ τὴν Δαλματίαν καὶ μέρος τῆς ἄνω Μυσίας ἡ Μα‐
5κεδονία, ὑπὸ δὲ τὸ λοιπὸν ἐκείνης τε καὶ τὴν κάτω ἡ Θρᾴκη. Πρὸς ταύτῃ δέ ἐστι καὶ ἡ ἰδίως καλουμένη Χερρόνησος. Τῆς δὲ Μακεδονίας πρὸς νότον ἐπὶ τὰς δύσεις ἡ Ἤπειρος κεῖται, ἐπὶ δὲ τὰς ἀνατολὰς ἡ Θεσ‐ σαλία, αἷς ὑπόκειται ἡ Ἑλλὰς, κατὰ τὸν ἐν τῷ Κρισσαίῳ
10κόλπῳ ἰσθμὸν ποιοῦσα τὴν Πελοπόννησον.

13

Νῆσοι δὲ ταύτης τῆς ἠπείρου ἀξιόλογοι ἐν μὲν τῇ ἐκτὸς θαλάσσῃ αἱ Βρεττανικαὶ δύο Ἰουερνία τε καὶ Ἀλουίων. Ἀλλ’ ἡ μὲν Ἰουερνία δυτικωτάτη κειμένη, ἀντιπαρεκτείνεται μέχρι τινὸς τῇ Ἱσπανίᾳ· ἡ δὲ
5Ἀλουίων, ἐν ᾗ καὶ τὰ στρατόπεδα ἵδρυται, μεγίστη τέ ἐστι καὶ ἐπιμηκεστάτη· ἀρξαμένη γὰρ ἀπὸ ἄρ‐ κτων [ἐπὶ μὲν δύσιν μέχρι τῶν] μέσων τῆς Ταρρακω‐ νησίας πρόσεισιν, ἐπ’ ἀνατολὰς [δὲ] μέχρι τῶν μέσων σχεδὸν τῆς Γερμανίας. Εἴη δ’ ἂν ἀξιόλογος καὶ ἡ
10Θούλη, καὶ ἡ μεγάλη Σκάνδεια, ἣ κεῖται ὑπὸ τὴν Κιμβρικὴν χερρόνησον· ἔκκειται γὰρ τῆς Γερμανίας πρὸς ἄρκτους καὶ τὸν ἐκείνης ὠκεανὸν ἐπὶ πλεῖστον.

14

Ἐν δὲ τῇ ἐντὸς θαλάσσῃ ὑπὸ μὲν τὰ δυτικώ‐ τερα Ἰταλίας ἡ Κύρνος, ἡ καὶ Κορσικὴ, ὑποκειμένην ἔχουσα τὴν Σαρδονίαν, ὑπὸ δὲ τὰ ἀνατολικώτερα καὶ πρὸς τὸν πορθμὸν ἡ Σικελία, καὶ παρὰ μὲν τὴν Ἀττι‐
5κὴν καὶ τὴν Πελοπόννησον ἐκτεινομένη πρὸς ἀνατολὰς ἡ Κρήτη, παρὰ δὲ τὴν Ἀχαΐαν ἡ Εὔβοια.

15T

Περὶ τῶν κατὰ τὴν Λιβύην ἐθνῶν.

15

Τῆς δὲ Λιβύης ἀρχομένης ἀπὸ τοῦ Ἡρακλείου πορθμοῦ εἰσιν αἱ δύο Μαυριτανίαι, δυτικωτέρα μὲν ἡ Τιγγιτανὴ, ἐχομένη δὲ ταύτης ἡ Καισαρηνσία· μεθ’ ἣν ἡ Ἀφρικὴ, εἶτα ἡ Κυρηναϊκὴ Πεντάπολις, [εἶτα]
5ἡ Μαρμαρικὴ, εἶτα ἡ Αἴγυπτος. Ὑπόκειται δὲ ταῖς Μαυριτανίαις ἡ Γαιτουλία, τῇ δὲ Ἀφρικῇ καὶ τῇ Πεν‐ ταπόλει ἡ ἄβροχός τε καὶ δίαμμος γῆ. Ἐκτείνεται δὲ ἡ ἔρημος αὕτη καὶ μέχρι τῆς Αἰγύπτου κειμένη ἀρχομένης.

16

[Ἔθνη δὲ τῆς Λιβύης] ἀπὸ δυσμῶν τάδε· Δα‐
ράδαι, Πέρορσοι, Ὀδραγγῖδαι, Μίμακες, Νοῦβαι, Γαράμαντες, Δερβίκαι, Μελανογαίτουλοι, Γίγγοι, Νιγρῖται, Ἀφρικέρωνες, Λευκαιθίοπες.497

17

Ἐν δὲ τῇ ὑπὸ τὴν Αἴγυπτον Αἰθιοπίᾳ ἡ μὲν πρὸς τῇ θαλάσσῃ πᾶσα ὅση ἐστὶν ἀπὸ Βερονίκης μέχρι τῶν στενῶν τοῦ Ἀραβικοῦ κόλπου καλεῖται Τρωγλο‐ δυτική. Ταύτης δὲ ἐνδοτέρα κεῖται ἡ Ἀζανία, ἐν ᾗ
5παντοῖοί εἰσι ἐλέφαντες, καὶ ἡ Ἀρωματοφόρος χώρα.

18

Καὶ μετὰ τὸν μέγαν καταράκτην ἀπὸ μὲν δυσ‐ μῶν τοῦ Νείλου Εὐωνυμῖται, Σεβρίδαι, Κάτοιποι καὶ πρὸς τῇ Μερόῃ νήσῳ Μέμνονες· μεθ’ οὓς Ἐλεφαντοφά‐ γοι Αἰθίοπες· εἶτα Πεσενδάραι καὶ [ἡ] Κινναμωμοφόρος
5χώρα, τούτων δὲ δυτικωτέρα ἐστὶν ἡ Φαζανία. Ἀπὸ δὲ ἀνατολῶν Κολοβοὶ, Ἄττεροι, Νοῦβαι ἕτεροι, Βλέμ‐ μυες, Στρουθοφάγοι καὶ ἡ Σμυρνοφόρος χώρα. Τὴν δὲ λοιπὴν καὶ μεσημβρινωτάτην, μεθ’ ἣν ἡ ἄγνωστός ἐστι, κατέχουσι πρὸς μὲν τῷ Αἰθιοπικῷ καλουμένῳ
10Ὑποδρόμῳ Ἱπποφάγοι Αἰθίοπες, ὧν μεσημβρινώτεροι οἱ κοινῶς καλούμενοι Ἑσπέριοι. Τούτων δὲ ἀνατολι‐ κώτεροι Ἀθάκαι τὰ δὲ περὶ τὸν κόλπον τῆς Βρα‐ χείας θαλάσσης Ἀνθρωποφάγοι Αἰθίοπες. Τούτων δὲ πρὸς ἀνατολὰς ἅμα καὶ μεσημβρίαν πλησιάζουσα
15τῇ ἀγνώστῳ ἐστὶ χώρα πολλὴ καλουμένη Ἀγίσυμβα.

19T

Περὶ τῶν κατὰ τὴν Ἀσίαν ἐθνῶν.

19

Τὰ δὲ ἐν τῇ Ἀσίᾳ ἔθνη ἔχει οὕτως. Μετὰ γὰρ
τὸν ἰσθμὸν καὶ τὸν Τάναϊν ἐπεκταθεῖσα τὸν εἰρημένον τρόπον ἡ Σαρματία, περατοῦται μὲν ὑπὸ μεσημβρι‐ νοῦ τοῦ δίχα τέμνοντος τὸ μῆκος τῆς Κασπίας θαλάσ‐498
5σης, ἐκπεριελθοῦσα δὲ μετὰ ταῦτα τῆς Μαιώτιδος καὶ τοῦ Πόντου τὰ μέχρι τοῦ μυχοῦ, διὰ τῆς μεσογαίας ἐπὶ τὴν Κασπίαν ἀφικνεῖται. Ταύτης δὲ ἔχεται πρὸς ἀνατολὰς ἡ Σκυθία· αὕτη δὲ περὶ μὲν τὰς ἀρχὰς οὐ σφόδρα πλατύνεται, περὶ δὲ τὰς ἀνατολὰς καὶ πάνυ·
10ὀλίγου γὰρ δεῖν συνάπτει τῇ Ἰνδικῇ. Μετὰ δὲ τὴν σύμπασαν Σκυθίαν ἐστὶν ἡ Σηρικὴ, τὸ ἀνατολικώτα‐ τον ἀποτερματίζουσα τῆς ἐγνωσμένης.

20

Ὑπόκειται δὲ τῇ Σαρματίᾳ πρὸς μὲν τῷ Πόντῳ ἡ Κολχικὴ, πρὸς δὲ τῆ Κασπίᾳ ἡ Ἀλβανία, ἧς μεταξὺ κεῖται ἡ Ἰβηρία. Εἶτα τῆς μετὰ τὴν Προποντίδα καὶ τοὺς πορθμοὺς ἠπείρου πρόκειται Ποντοβιθυνία,
5[ἡ] καὶ ὁ ἐνδοτέρῳ Πόντος, μεθ’ ἧς ἐστιν ἡ Παφλα‐ γονία. Ὑπόκειται δὲ τῇ Ποντοβιθυνίᾳ προϊοῦσα μέ‐ χρι τοῦ Δινδύμου ὄρους ἡ Ἀσία· μεθ’ ἥν ἐστιν ἡ Λυκία καὶ [ἡ Παμφυλία]· Παμφυλίας δὲ καὶ Πόντου μεταξὺ κεῖται Γαλατία. Τούτῳ δὲ τῷ τμήματι, ἀνιοῦσα
10παρὰ τὴν Κολχίδα πρὸς ἄρκτους, παρήπλωται ἡ Καπ‐ παδοκία, ᾗ ὑπόκειται παρὰ τῷ Ταύρῳ κειμένη ἡ Κι‐ λικία. Ἡ δὲ τὰ εἰρημένα ἔθνη περιέχουσα ἤπειρος ἔοικε καὶ αὐτὴ χερρονήσῳ πλατὺν ἐχούσῃ τὸν αὐχένα. Εἴη δ’ ἂν οὗτος ἀπὸ τοῦ Ἰσσικοῦ κόλπου ἐπὶ Τραπε‐
15ζοῦντα πόλιν ἐν τῷ Πόντῳ κειμένην διήκων.

21

Πάλιν δὲ τῇ μὲν Ἰβηρίᾳ καὶ μέρει τῆς Ἀλβα‐ νίας ὑπόκειται ἡ Ἀρμενία, χωριζομένη τῆς Καππαδο‐ κίας τῷ Εὐφράτῃ. Ταύτῃ δὲ ὑπόκειται ἡ Μεσοποταμία, δυτικωτέραν ἔχουσα τὴν Συρίαν. Συρίᾳ δὲ ὑπόκειται
5ἡ Ἰουδαία. Ταύτης δὲ κατὰ νότον κειμένης ἀντιπαρεκ‐ τείνεται μέχρι τοῦ μυχοῦ τοῦ Ἀραβίου κόλπου ἡ κατὰ τὴν Πέτραν Ἀραβία. Ἡ δὲ μεταξὺ τῶν εἰρημένων ἐθνῶν καὶ τῆς δυτικῆς τοῦ Περσικοῦ κόλπου πλευρᾶς καλεῖται Ἔρημος· ἔχει δὲ καὶ αὕτη ἔθνη Ἀραβικά.
10Ἡ δὲ περιγραφομένη ἤπειρος ὑπό τε τῶν νοτιωτάτων τῆς Ἐρήμου καὶ τῆς Πετραίας Ἀραβίας καὶ τοῦ Ἀρα‐ βίου [καὶ] κόλπου τῆς Ἐρυθρᾶς θαλάσσης καὶ μέρους τοῦ Περσικοῦ κόλπου, καλεῖται Ἀραβία Εὐδαίμων, καὶ ἐστὶ τῷ μεγέθει μεγίστη.

22

Κεῖται δὲ ὑπὸ μὲν τὴν Κασπίαν θάλασσαν μετὰ τὰ μεθόρια τῆς Ἀρμενίας ἡ Μηδία· ὑπὸ δὲ ταύτην ὡς πρὸς ἀνατολὰς τοῦ Τίγριδος ἡ Ἀσσυρία, εἰς ἣν ἡ
Κτησιφῶν. Μετὰ δὲ τὰς συμβολὰς Εὐφράτου τε καὶ499
5Τίγριδος κάτεισιν ἡ Βαβυλωνία μέχρι θαλάσσης, δυ‐ τικωτέραν ἔχουσα τὴν Ἔρημον. Ὑπόκειται δὲ τῇ μὲν Ἀσσυρίᾳ μέχρι θαλάσσης ἡ Σουσιανὴ, τῇ δὲ Μηδίᾳ ὁμοίως ἡ Περσίς. Ἔστι δὲ τῆς Μηδίας πρὸς ἀνατολὰς καὶ παρὰ τὴν ὁμώνυμον θάλασσαν ἡ Ὑρκανία· ὑπὸ δὲ
10ταύτην ἡ Παρθία. Ταύτῃ δὲ ὑποβέβληται [ἡ] ἔρημος Καρμανία, μεθ’ ἣν ἡ ἀληθὴς κεῖται Καρμανία μέχρι θαλάσσης.

23

Πάλιν δὲ τῇ μέχρις Ἰμάου ὄρους Σκυθίᾳ ὑπό‐ κεινται ἀπὸ δύσεως ἀρχόμεναι Μαργιανὴ, εἶτα Σογ‐ διανὴ, εἶτα Σακία. Καὶ ἔστιν ὑπὸ τὴν Μαργιανὴν ὡς ἀπὸ ἀνατολῶν τῆς Παρθίας ἡ Ἀρία· τῇ δὲ Σογδιανῇ
5ὑποβέβληται ἡ Βακτριανή· εἶτα τῇ μὲν Ἀρίᾳ παρα‐ μήκει οὔσῃ ὑπόκειται ἡ Δραγγιανὴ, τῇ δὲ Βακτριανῇ οἱ Παροπανισάδαι, ὑφ’ οὕς ἐστιν ἡ Ἀραχωσία ὑπο‐ κείμενα ἔχουσα τὰ δυτικώτερα τῆς Γεδρωσίας, δυτι‐ κὴν ἐχούσης τὴν Καρμανίαν, ᾗ ὑπόκειται ἡ Δραγ‐
10γιανή.

24

Τὴν δὲ λοιπὴν τὴν μέχρι τῶν Θινῶν ἤπειρον ἅπασαν, πλείστην οὖσαν καὶ ὑπὸ πολλῶν ἐθνῶν κατοι‐ κουμένην, Ἰνδοὶ κατανέμονται, ἀφοριζομένην πρὸς μὲν ἀνατολαῖς Σίναις, πρὸς δὲ ταῖς δύσεσι Γεδρωσίᾳ,
5πρὸς δὲ ταῖς ἄρκτοις Παροπανισάδαις καὶ Ἀραχωσίᾳ, Σογδιανοῖς τε καὶ Σάκαις, Σκυθίᾳ τε καὶ τῇ Ση‐ ρικῇ.

25

Ἔστι δὲ καὶ τῆς ἠπείρου ταύτης κατὰ μὲν τὸ Ἰνδικὸν πέλαγος μεγίστη νῆσος, ἡ πάλαι μὲν Σιμοῦνδα καλουμένη, νῦν δὲ Σαλικὴ, ἐν ᾗ φασι πάντα γίνεσθαι τὰ πρὸς τὴν χρῆσιν τὴν βιωτικὴν, ἔχειν τε παντοῖα
5μέταλλα, καὶ τοὺς κατοικοῦντας αὐτὴν ἄνδρας μαλ‐ λοῖς γυναικείοις ἀναδεῖσθαι τὰς κεφαλάς· κατὰ δὲ τὴν καθ’ ἡμᾶς θάλασσαν ἡ Κύπρος. (Ὁμοῦ ἔθνη ρνγʹ.)

26T

Σύγκρισις τῶν τριῶν ἠπείρων.

26

Συγκρινομένων δὲ τῶν τριῶν ἠπείρων πρὸς ἀλ‐ λήλας, μεγίστη μὲν ἂν φανείη ἡ Ἀσία, εἶτα ἡ Λιβύη, τελευταία δὲ ἡ Εὐρώπη. Ἀνάπαλιν δὲ πρὸς εὐδαιμονίαν καὶ εὐετηρίαν πρός τε τὰ τῶν ἀέρων καταστήματα καὶ
5ὑδάτων διὰ παντὸς εὐμοιρίαν καὶ τῶν φυομένων ποι‐ κίλην δαψίλειαν κατὰ τὰ ἱστορούμενα εὕροι τις ἂν μακρῷ πασῶν διαφορωτέραν τῶν ἄλλων τὴν Εὐρώπην· εἶτα τῆς ὅλης Ἀσίας σχεδόν τι τὰ ὑπὸ Ῥωμαίοις μόνα·
τῆς δὲ Λιβύης τὰ περὶ τὴν θάλασσαν. Τῶν δὲ ἐν αὐ‐500
10ταῖς ἐθνῶν, τῆς μὲν Εὐρώπης μεγίστη ἐστὶν Ἱσπανία τε καὶ Ἰταλία, Γερμανία τε καὶ Σαρματία, τῶν δὲ ἐν τῇ Λιβύῃ ἥ τε Ἀφρικὴ καὶ ἡ Αἴγυπτος, καὶ τῶν Ἀσιανῶν παρὰ πάντα μὲν ἰδίως ἡ Ἰνδικὴ, μεγίστη δὲ καὶ Σκυθία Σηρική τε καὶ ἡ Εὐδαίμων.

27T

Περὶ νήσων μεγίστων.

27

Τῶν δὲ νήσων τῶν πάνυ μεγίστων πρωτεύει μὲν παρὰ πάσας ἐν τῇ οἰκουμένῃ ἡ Σαλικὴ, δευτερεύει δὲ ἡ Ἀλουΐων, τὰ δὲ τρίτα φέροιτ’ ἂν ἡ Ἰουερνία. Τῶν δὲ ἄλλων μὲν μεγάλων, ἐλαττόνων δὲ ἢ κατὰ τὰς εἰ‐
5ρημένας, πάλιν τετάξεται πρώτη μὲν Σικελία, δευτέρα δὲ Σαρδονία, τρίτη δὲ Κύπρος, τετάρτη δὲ Κρήτη, πέμπτη ἡ Εὔβοια. Τῶν δὲ λοιπῶν καὶ τρίτην ὥσπερ ἐν μεγέθει τάξιν ἐχουσῶν πρώτη μὲν ἂν εἴη ἡ Κορ‐ σικὴ ἡ καὶ Κύρνος, δευτέρα ἡ Λέσβος, τρίτη δὲ ἡ
10Ῥόδος.

28T

Περὶ ὀρῶν μεγίστων.

28

Ἔστι δὲ καὶ τῶν ὀρῶν μέγιστα, ἐν μὲν τῇ Ἀσίᾳ ὅ τ’ Ἰμάϊος καὶ τὰ Ἠμωδὰ καὶ τὰ Καυκάσια· ταῦτα δὲ καὶ τὰ Ῥίπαιά φασι παρὰ πάντα ὑψηλότατα εἶναι· μέγιστον δ’ ὄρος καὶ ὁ Παροπάνισος καὶ ὁ
5Ταῦρος, τῶν τε κατὰ τὴν Ἰνδικὴν τὰ πλεῖστα· τῶν δὲ Λιβυκῶν ὑψηλότατα μὲν ὅ τε μέγας Ἄτλας καὶ τὸ τῶν Θεῶν ὄχημα, μεγάλα δὲ καὶ ἐπιμηκέστατα τὰ Αἰθιοπικά· ἀρξάμενα γὰρ ἀπὸ τῆς μεθορίας τῆς κατ’ Αἴγυπτον κάτεισιν ἐπὶ μεσημβρίαν συνεκτεινόμενα τῇ
10τοῦ Νείλου πορείᾳ. Ἐν δὲ τῇ Εὐρώπῃ μέγιστά φασιν εἶναι τὰ Σαρματικὰ καὶ τὰ Ἄλπεια, εἴ τις αὐτὰ κατὰ συνάφειαν λαμβάνοι. Ὑψηλὰ δέ φασιν εἶναι καὶ τὰ Πυρηναῖα καὶ τὴν Ἰδούβαιδαν τῆς Ἱσπανίας, καὶ τὸν Μακεδονικὸν δὲ Ὄλυμπον καὶ τὸν Ἄθω καὶ τῆς
15Ἠπείρου τὰ Ἀκροκεραύνια· ταῦτα δὲ καὶ ἀπὸ Κανυ‐ σίου φασὶν ὁρᾶσθαι.

29T

Περὶ ποταμῶν μεγίστων.

29

Τῶν δὲ ἐν τῇ οἰκουμένῃ ποταμῶν μέγιστοι μέν εἰσιν, ἐν μὲν τῇ Ἀσίᾳ πολλῶν ὄντων παρὰ πάντας ὅ τε Γάγγης καὶ ὁ Ἰνδός· οὗτοι γὰρ ἀρξάμενοι ἀπὸ τῶν βορειοτάτων τῆς οἰκουμένης, καὶ προσλαμβάνοντες
5σχεδὸν πάντας τοὺς ἀξιολόγους, ὅσοι διαρρέουσι τὴν ὅλην Ἰνδικὴν (εἰσὶ δὲ καὶ ὅσοι πλεῖστοι), ἐκδιδόασιν ἐπὶ τὴν πρὸς νότον θάλασσαν. Τῶν δὲ λοιπῶν κατὰ τὴν
Ἀσίαν ποταμῶν ἐμβαλόντων τε εἰς διαφόρους θαλάσσας Ἰαξάρτης μὲν καὶ Ὦξος καὶ Ῥύμμος καὶ Ῥᾶς καὶ501
10Κῦρος καὶ Ἀράξης εἰς τὴν Κασπίαν ἵενται θάλασσαν, Φᾶσις δὲ καὶ Θερμώδων καὶ Σάγγαρις εἰς τὸν Πόντον. Οὗτοι δὲ σχεδόν τι περὶ τοὺς αὐτοὺς τόπους τὰς ἐκβολὰς ἔχουσι ταῖς πηγαῖς.

30

Τῶν δὲ ἐν τῇ Εὐρώπῃ πρωτεύοι μὲν ἂν εἰκότως ὁ Ἴστρος, ὃς φερόμενος ἀπὸ τῶν πρὸς δύσιν τόπων τοσαῦτά τε διερχόμενος ἔθνη καὶ τόπους ἐκδίδωσιν εἰς τὸν Πόντον· ἑξῆς δὲ μέγιστοι Βορυσθένης, Οὐιστούλας,
5Τάναϊς, Ῥῆνος. Εἰσὶ δὲ καὶ ἄλλοι μεγάλοι ποταμοὶ πρὸς ταῖς ἐκβολαῖς γινόμενοι, μάλιστα Ἠρίδανος, Ἴβηρ, Βαῖτις, Σηκοάνας, Δορίας καὶ οἱ ἀμφὶ Ῥο‐ δανόν.

31

Ἐν δὲ τῇ Λιβύῃ μέγιστός ἐστιν ὁ Νεῖλος· ὁρ‐ μώμενος γὰρ ἐκ τῶν ὑπὲρ τὸν ἰσημερινὸν ἐν βάθει τῆς μεσημβρίας τόπων, ἐκδίδωσιν εἰς τὴν καθ’ ἡμᾶς θά‐ λασσαν, ἑλικογραφῶν, ὡς εἰκὸς, ὅπερ ἐστὶν ἴδιον πο‐
5ταμῶν, ὡς πιθανὸν εἶναι μᾶλλον ἀπὸ τῶν ἐκεῖ γιγνο‐ μένων κατὰ τὸ παρ’ ἡμῖν θέρος ὄμβρων ἤπερ ἀπὸ χίονος σύστασιν τὴν πλημμυρίαν ἐνιαυσίῳ χρόνῳ ποιεῖ‐ σθαι. Φαίνεται δὲ καὶ ὁ Βαγράδας ὁ περὶ Καρχηδόνα ῥέων καὶ ὁ Κίνυψ ἀπὸ τῶν νοτιωτάτων. Τῶν δὲ
10διαρρεόντων τὴν ἐντὸς Αἰθιοπίαν καὶ τάς τε ἀρχὰς καὶ τὰ τέλη ἐν ἠπείρῳ ἐχόντων, μέγιστός ἐστιν ὅ τε Γὶρ καὶ Νίγιρ.

32T

Περὶ τῆς μεγάλης θαλάσσης.

32

Τῆς δὲ μεγίστης τε καὶ πρὸς ταῖς ἀνατολαῖς θαλάσσης τὰ μὲν νοτιώτατα καὶ πρὸς τῇ ἀγνώστῳ κα‐ λεῖται Πρασώδης θάλασσα· λέγεται γὰρ τῷ χρώματι τοιαύτη τις εἶναι, καὶ βρύον ἔχειν πλεῖστον καὶ μέγι‐
5στον ἐμφερὲς πράσῳ, ὅθεν εἰκὸς αὐτῇ καὶ τὴν πρασώδη φαντασίαν προσγίνεσθαι.

33

Μετὰ δὲ ταύτην ὡς πρὸς ἄρκτους ἡ Βραχεῖα κεῖται θάλασσα, ἣ οὐ διὰ βραχύτητα τοῦ μεγέθους (ἐστὶ γὰρ μεγίστη) τούτου τετύχηκε τοῦ ὀνόματος, ἀλλὰ διὰ τὰ ἐν αὐτῇ βράχη· τὰς γὰρ ἀμπώτεις γίνεσθαι
5κἀκεῖ μεγίστας, μὴ [δ’] αὐθήμερον μεταβάλλειν, ἀλλ’ ἐπὶ πλεῖστον ἀναχωρεῖν χρόνον τὸ ὕδωρ, καὶ τὰς ῥα‐ χίας μετὰ τὴν ἀναχώρησιν ἀναξηραίνεσθαι, ὥστε τοὺς πλέοντας, εἰ περιπέσοιέν ποτε τούτῳ τῷ πάθει, ὑπο‐ στηρίξαντας τὸ πλοῖον ἀναβαίνειν καθάπερ εἰς
10ἤπειρον.

34

Ταύτης δὲ τῆς θαλάσσης ὑπέρκειται ἡ λοιπὴ ἡ παρὰ τὴν ἤπειρον· καὶ ἔστι μὲν αὐτῆς μέγιστον μὲν
Ἰνδικὸν πέλαγος, ἐν ᾧ χερρόνησοι καὶ κόλποι πάνυ μεγάλοι, ὅ τε Θηριώδης καὶ ὁ Μέγας καὶ ὁ Γαγγη‐502
5τικός.

35

Τοῦ δὲ Ἰνδικοῦ πελάγους ἔχεται τὸ Καρμάνιον, προϊὸν ὡς ἐπὶ δύσεις, τούτου δὲ ἡ Ἐρυθρὰ θάλασσα, ὧν περὶ τὰς συμβολὰς καὶ τὸ τοῦ Περσικοῦ κόλπου στόμα κεῖται. Αὐτὸς δὲ ὁ κόλπος περιέχεται μὲν ἀπὸ
5ἀνατολῶν καὶ μεσημβρίας Καρμανίᾳ, ἀπὸ δὲ ἄρκτων μεταβαίνουσιν ἐπὶ δύσεις Περσίδι καὶ Σουσιανῇ καὶ Βαβυλωνίᾳ, ἀπὸ δὲ δύσεως Ἀραβίᾳ Ἐρήμῳ, εἶτα πάλιν ἀπὸ μεσημβρίας τῇ Εὐδαίμονι.

36

Ἀπὸ δὲ τῆς Ἐρυθρᾶς θαλάσσης ἕως Αἰγύπτου ὁ Ἀράβιος κόλπος, ἔνθα μάλιστά ἐστι τὸ στενότατον τῆς ἠπείρου καὶ διεῖργον τὸ μὴ συνάψαι τὴν καθ’ ἡμᾶς θάλασσαν. Οὗ τὸ χρῶμά φασιν ἐρυθρὸν ἔχειν, οὐχ’, ὡς
5σχεδιάζοντες λέγουσιν, ἀπὸ τῶν προσπαρακειμένων ὀρῶν ἐρυθρῶν ὄντων, [ἀφ’ ὧν] προσπίπτειν τινὰ πρό‐ σπτωσιν γαληναίῳ ὄντι τῷ ὕδατι, καὶ τὴν τοῦ ἐρυθροῦ φαντασίαν ἀπεργάζεσθαι, ἀλλὰ τὰ πολλὰ τοῦ πελάγους τούτου ἠρεμαίου ὄντος, ἅτε πνευμάτων, ὡς λόγος, ἐκεῖ
10μήτε μεγάλων μήτε συνεχῶν γινομένων, διὰ τὸ πλη‐ σίον εἶναι τοῦ κατὰ κορυφὴν τὸν ἥλιον συστάσεις διε‐ ρῶν νεφῶν συνίστασθαι, εἰς ἃ ἐμπίπτουσαι αἱ τοῦ ἡλίου αὐγαὶ χρωννύουσιν αὐτὰ, καθὰ παρ’ ἡμῖν συνεχῶς τὰ περὶ τὸν ὁρίζοντα πάσχειν εἴωθεν ἀνίσχοντος ἢ κατα‐
15δεδυκότος ἤδη τοῦ ἡλίου, εἶθ’ οὕτω τὰς χρόας δέχε‐ σθαι τὴν θάλασσαν, ὅταν λείαν ἔχῃ τὴν ἐπιφάνειαν. Μετὰ τὸν Ἀράβιον κόλπον καὶ τὰ λοιπὰ τῆς Ἐρυ‐ θρᾶς θαλάσσης ἐστὶν ἡ κατὰ τὴν Βαρβαρίαν Αἰθιοπικὴ θάλασσα.

37T

Περὶ τῶν κατὰ τὴν οἰκουμένην ἀνέμων.

37

Αἱ δὲ περὶ τῶν κατὰ τὴν οἰκουμένην ἀνέμων τε καὶ πνευμάτων θέσεις, καὶ ἀφ’ ὧν ἕκαστος ὁρμᾶται τόπων, καὶ δι’ ὧν ἔρχεται, ἔχουσιν οὕτως.

38

Νοηθέντος γὰρ μεγίστου κύκλου περιέχοντος τὸ ἐγνωσμένον, καὶ ἓξ διαμέτροις εἰς ἴσα δώδεκα διαιρε‐ θέντος, ὥστε δύο τῶν πρὸς ὀρθὰς ἀλλήλαις τὴν μὲν ἰσημερινὴν ποιεῖσθαι, τὴν δὲ μεσημβρινὴν, τάσσουσιν
5ἐπὶ μὲν τῆς ἰσημερινῆς πρὸς μὲν ταῖς ἀνατολαῖς ἀπη‐ λιώτην, πρὸς δὲ ταῖς δύσεσι ζέφυρον, καὶ πάλιν ἐπὶ μὲν τῆς μεσημβρινῆς πρὸς ἄρκτους ἀπαρκτίαν, πρὸς δὲ τὴν μεσημβρίαν νότον· εἶτα ἀπηλιώτου μὲν ἑκα‐ τέρωθεν ὡς πρὸς μεσημβρίαν εὖρον, πρὸς δὲ ἄρκτους
10καικίαν· πάλιν δὲ ἀπαρκτίου ὡς πρὸς μὲν ἀνατολὰς βορέαν, ὡς δὲ πρὸς δύσεις θρασκίαν ἢ μέσην· καὶ ζεφύ‐ ρου μὲν πρὸς μεσημβρίαν λίβα, πρὸς δὲ ἄρκτους ἰάπυγα ἢ ἀργέστην, νότου δὲ πρὸς μὲν ἀνατολὰς εὐρόνοτον, ὡς δὲ πρὸς δύσεις λιβόνοτον. Καί εἰσι διάμετροι καὶ503
15ἀντιπνέοντες ἀλλήλοις, ἀπηλιώτης μὲν ζεφύρῳ, καικίας δὲ λιβὶ, βορέας δὲ λιβονότῳ, καὶ ἀπαρκτίας μὲν νότῳ, θρασκίας δὲ εὐρονότῳ, καὶ ἰάπυξ εὔρῳ.

39T

Περὶ μήκους καὶ πλάτους τῆς ὅλης οἰκουμένης.

39

Ἀναγκαῖον δὲ καὶ περὶ μήκους καὶ πλάτους τῆς ὅλης οἰκουμένης εἰπεῖν. Τὸ μῆκος τοίνυν αὐτῆς ληψό‐ μεθα, οὐ τὸ συνακολουθοῦν τῷ ῥομβοειδεῖ σχήματι, ἀλλά τινι κύκλου τμήματι, ὃ τῶν ἄλλων τῶν δι’ ὅλου
5τοῦ μήκους αὐτῆς ἐρχομένων ἁπάντων ἐστὶ μεῖζον· ὅμοιόν τε γὰρ [τὸ ἐπὶ] τοῦ ἰσημερινοῦ ἔκπιπτον ἀπὸ δυσμῶν ἐπὶ ἀνατολὰς ἐδείχθη τοῦ ἐγνωσμένου καὶ [τὸ] πολὺ προτερώτατον ἐπὶ τῶν τε νοτιωτέρων [καὶ τῶν βορειοτέρων] τούτου. Εἴη δ’ ἂν τὸ τοῦ ἀπέχοντος ἐπὶ
10τὰ βόρεια τοῦ ἰσημερινοῦ μοίρας εἴκοσι τρεῖς καὶ ϙʹ, δʹ· διαφορεῖ δὲ (καὶ) τοῦτο [τοῦ] μεγίστου [κύκλου ὥρᾳ μίᾳ ἡμίσει, μῆκος δὲ ἔχει στάδια] μύρια ὀκτὼ, ͵β τ π βʹ· ὥστε ἔγγιστα θʹ μυριάδων εἶναι σταδίων τὸ μῆκος διὰ τοῦ ὑπὸ [τοῦ] μεγίστου κύκλου περιεχομένου τὸ
15ἐγνωσμένον. Τὸ δὲ πλάτος ἐπὶ μεσημβρινοῦ, γραφο‐ μένου (δὲ) διὰ τῶν Ἱππικῶν τῆς Σαρματίας ὀρῶν, στάδια τρισμύρια δισχίλια φʹ, ἤτοι μιλίων χιλιάδες
͵δ καὶ τλγʹ.504

40T

Περὶ μήκους καὶ πλάτους τῶν κατὰ τὴν οἰκουμένην θα‐ λασσῶν.

40

Τῶν δὲ τῆς οἰκουμένης θαλασσῶν τὰ μήκη καὶ πλάτη τόνδε τὸν τρόπον ἔχει. Τῆς μὲν καθ’ ἡμᾶς θα‐ λάσσης [μῆκος μὲν] τὰ ἀπὸ Κώτου, τοῦ τῆς Μαυρι‐ τανίας Τιγγιτανῆς ἄκρου, μέχρι τῆς Ἴσσου στάδιοί
5εἰσι δισμύριοι ͵ευʹ, ἤτοι μίλια ͵γτπϛʹ· πλάτος δὲ ἀπὸ Μασσιλίας (ἐπεὶ τὸ πλεῖστον ἡ Γαλλικὴ θάλασσα ἐν‐ ταῦθα πρὸς ἄρκτους ἀνακολποῦται) ἐπ’ Ἰγίλγιλιν κο‐ λώνειαν τῆς Μαυριτανίας στάδια ͵εφʹ, μίλια δὲ ψλγʹ.

41

Τοῦ δὲ Πόντου ἀπὸ Τόμων ἐπὶ τὰς τοῦ Φάσιδος ἐκβολὰς μῆκος μὲν στάδια ͵ϛ[σ]ʹ, μίλια ωκϛʹ, πλά‐ τος δὲ τὸ ἀπὸ Φαναγορίας τῆς ἐν Βοσπόρῳ ἐπὶ τὰς τοῦ Ἅλυος ἐκβολὰς, ᾗπερ καὶ πλατύτατός ἐστιν ὁ Πόντος,
5στάδια ͵βυʹ, μίλια τκʹ.

42

Ἔστι δὲ τῆς Κασπίας θαλάσσης μῆκος μὲν τὸ ἀπὸ τῶν τοῦ Κύρου ἐκβολῶν, ὃς κάτεισιν ἀπὸ τῆς Ἀρ‐ μενίας, ἐπὶ τὰς τοῦ Ἰαξάρτου ἐκβολὰς σταδίων ͵ησʹ, ἤτοι μιλίων ͵αϙδʹ, πλάτος δὲ πλεῖστον σταδίων ͵βφʹ,
5μιλίων δὲ τλδʹ.

43

Τῆς δὲ κατὰ τὸ Ἰνδικὸν πέλαγος Βραχείας θα‐ λάσσης, ἐπείπερ αὕτη παρὰ τὰς ἄλλας ἐπὶ πλεῖστον πρὸς ἀνατολὰς καὶ δύσεις ἐκτείνεται, τὸ ἀπὸ Ἐσιναῦ ἐμπορίου τῆς Βαρβαρίας ἢ τῶν Ῥαπτῶν τῆς μητρο‐
5πόλεως ἐπὶ Κοττίαριν ποταμὸν τῶν Σινῶν σταδίων μυριάδες εʹ καὶ ͵βφʹ, μίλια δὲ ͵ζ· πλάτος δὲ τὸ ἀπὸ τοῦ μυχοῦ τοῦ Μεγάλου κόλπου ἐπὶ τὴν ἄγνωστον στά‐ δια [μυρία] τρισχίλια, ἤτοι μίλια ͵αψ[λ]γʹ.

44

Τοῦ δὲ Ἀραβίου κόλπου ἐκκλίνοντος πρὸς ἀνα‐ τολὰς τὰ μέχρι τῶν στενῶν οὐκ ἔλαττόν ἐστι μυρίων σταδίων, ἅ ἐστι μίλια ͵ατλγʹ, γʹ.505

45

Αὕτη δὲ ἡ μεγάλη θάλασσα, ἡ τὴν ὅλην οἰκου‐ μένην περιρρέουσα κοινῷ μὲν ὀνόματι ὠκεανὸς καλεῖ‐ ται, κατὰ κλίματα δὲ διαφόρους ἔχει ἐπωνυμίας. Ὁ μὲν γὰρ ὑπὸ ταῖς ἄρκτοις πᾶς μὲν ἀρκτικὸς καὶ βόρειος
5λέγεται, ἤδη δὲ αὐτοῦ τὸ μὲν ἀνατολικώτερον Σκυθι‐ κὸς ὠκεανὸς, τὸ δὲ δυτικώτερον Γερμανικός τε καὶ Βρεττανικὸς καλεῖται· ὁ δὲ αὐτὸς οὗτος σύμπας καὶ Κρόνιον πέλαγος καὶ Πεπηγὼς καὶ Νεκρὸς ἐπωνομά‐ ζεται. Ὁ δὲ ὑπὸ τῇ μεσημβρίᾳ σύμπας μὲν καλεῖ‐
10ται Μεσημβρινός τε καὶ Νότιος ὠκεανός· πάλιν δ’ αὐτοῦ τὸ μὲν ἀνατολικώτερον Ἐρυθρὰ θάλασσα, τὸ δὲ δυτικώτερον Αἰθιοπικὸς ὠκεανὸς προσαγορεύεται. Τῶν δὲ λοιπῶν δύο κλιμάτων τὸ μὲν κατ’ ἀνατολὰς Ἑῷον πέλαγος καὶ Ἰνδικὸς ὠκεανὸς, τὸ δὲ κατὰ τὴν
15δύσιν, ἀφ’ οὗπερ ἡ καθ’ ἡμᾶς θάλασσα πληροῦται, Ἑσπέριος ὠκεανὸς, καὶ κατ’ ἐξοχὴν Ἀτλαντικὸν προσ‐
αγορεύεται πέλαγος.506

46

Ἡ δ’ ὑπὸ τούτων περιρρεομένη γῆ τριχῆ νενέ‐ μηται ὑπὸ τῶν ἄριστα τὴν οἰκουμένην διελόντων, εἴς τε τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν καὶ τὴν Λιβύην. Ὅροι δὲ τῆς μὲν Εὐρώπης πρὸς Λιβύην ὁ καθ’ Ἡρακλέους
5στήλας πορθμὸς, καὶ τὸ δι’ αὐτοῦ πληρούμενον ἐπ’ ἀνατολὴν μέσον πέλαγος ἄχρι τοῦ Κανωβικοῦ στόμα‐ τος τοῦ Νείλου· τῆς δ’ Ἀσίας πρὸς μὲν τὴν Λιβύην τὸ αὐτὸ τοῦτο στόμα τοῦ Νείλου καὶ ὁ ἐπ’ ὀρθὴν τοῦ ποταμοῦ πόρος ἐπὶ μεσημβρίαν, πρὸς δὲ τὴν Εὐρώπην
10ὁ Τάναϊς ποταμὸς εἰς τὴν Μαιῶτιν ἐμβάλλων λίμνην· ἡ δὲ εἰς τὸν Εὔξεινον ἐκφέρεται Πόντον, οὗτος δὲ εἰς τὴν Προποντίδα, ἡ δὲ εἰς τὸν Ἑλλήσποντον, μεθ’ ὃν τὸ Αἰγαῖον ἐπὶ μεσημβρίαν ὁμοίως ἀναπέπταται πέλα‐ γος. Ἔνιοι δὲ τὰς προκειμένας ἠπείρους ἰσθμοῖς διο‐
15ρίζουσιν, ἀπὸ μὲν τῆς Ἀσίας τὴν Εὐρώπην τῷ μεταξὺ Κασπίας θαλάσσης καὶ τοῦ Πόντου, τὴν δὲ Λιβύην τῷ μεταξὺ τοῦ Ἀραβίου κόλπου καὶ τῆς κατὰ τὸ Πηλού‐ σιον θαλάσσης.

47

Αἱ μὲν ὁλοσχερεῖς τομαὶ τῆς οἰκουμένης εἰσὶ τοιαῦται. Τῶν δὲ ἐμφερομένων ἐν αὐτῇ πελάγων τὸ μὲν ἀπὸ δύσεως τῶν Ἰβηρικῶν ἄκρων ἐπ’ ἀνατολὴν ἄχρι τοῦ κατὰ τὴν Κιλικίαν Ἰσσικοῦ κόλπου διῆκον, στά‐
5διά ἐστι δισμύρια ἐννεακισχίλια, ἤτοι μίλια [͵γωξζʹ]. Ἀπὸ μὲν γὰρ τοῦ Ἰσσικοῦ κόλπου μέχρι τῆς Ῥοδίας ͵ε ἀριθμοῦνται, μίλια χξζʹ. Ἐντεῦθεν δὲ ἐπὶ τὸ ἑῷον ἀκρωτήριον τῆς Κρήτης, ὃ Σαμώνιον καλεῖται, χίλιοι στάδιοι, μίλια δὲ ρλγʹ· ἀπὸ δὲ τοῦ Σαμωνίου ἐπὶ Κριοῦ
10μέτωπον, ἕτερον τῆς Κρήτης ἀκρωτήριον τὸ ἑσπέριον, ͵αφʹ, ὅπερ ἐστὶ καὶ μῆκος τῆς νήσου. Δίαρμα δ’ ἐν‐ τεῦθεν ἐπὶ Πάχυνον ἄκρον τῆς Σικελίας ͵δφʹ, ὃ δὴ καὶ μῆκός ἐστι τοῦ Σικελικοῦ πελάγους. Ἀπὸ Παχύ‐ νου δὲ ἐπὶ πορθμὸν πλείονες ἢ χίλιοι· δίαρμα δὲ ἐν‐
15τεῦθεν ἐπὶ Στήλας μυρίοι καὶ ͵γ. Ἀπὸ δὲ Στηλῶν ἐπὶ
τὸ Ἱερὸν ἀκρωτήριον ͵γ. Τοῦτο μὲν δὴ τὸ μῆκος.507

48

Τοῦ δὲ πελάγους πλάτος ἐστι τὸ μέγιστον στα‐ δίων ͵ε, τὸ ἀπὸ τοῦ Γαλατικοῦ κόλπου, τοῦ μεταξὺ Ναρβῶνος καὶ Μασσαλίας, ἐπὶ τὴν καταντικρὺ Λι‐ βύην. Ὀνομασίας δὲ ἔχει τὸ σύμπαν κατὰ τόπους
5διαφόρους. Τὸ μὲν γὰρ στόμα τοῦ πελάγους αὐτὸ πορθμὸς [ὁ] καθ’ Ἡρακλέους στήλας καλεῖται. Ἔστι δὲ οὗτος τὸ μῆκος σταδίων ρκʹ, μιλίων ιϛʹ, πλάτος δὲ ᾗ στενότατον οʹ. Εἰσπλεύσασι δὲ τὸν πορθμὸν τοῦ‐ τον εὐθέως ἡ καθ’ ἡμᾶς ἀναφαίνεται θάλασσα, ἧς
10τὸ μὲν πρὸς τῇ Λιβύῃ μέχρι τῆς Αἰγύπτου Λιβυκὸν καλεῖται πέλαγος, ἐν ᾧ δύο κόλποι συνίστανται οἱ προσαγορευόμενοι Σύρτεις. Τούτων δ’ ἡ μὲν ἐλάτ‐ των δυτικωτέρα οὖσα τῆς ἑτέρας περίμετρον ἔχει στα‐ δίων ͵αχʹ, μίλια δὲ [ρζʹ], ἡ δὲ μείζων ͵ε· ταύτης δὲ
15βάθος ͵α ἐστὶ καὶ φʹ, ὅσον καὶ τὸ πλάτος τοῦ στόματος.

49

Τὸ δὲ πρὸς τῇ Εὐρώπῃ πέλαγος πλείονας ἔχει τὰς ἐπωνυμίας. Τὸ μὲν γὰρ πρῶτον ἀπὸ τῆς δύσεως Ἰβηρικὸν λέγεται, μετ’ ἐκεῖνο δέ ἐστιν ὁ κατὰ Μασσα‐ λίαν καὶ Ναρβῶνα Γαλατικὸς κόλπος. Εἶτα κατὰ
5μὲν τὴν ἀρχὴν τῆς νῦν Ἰταλίας Λιγυστικὸν ἐκδέχεται πέλαγος, μετὰ δὲ τοῦτο τὸ Σαρδῷον, ἑξῆς δὲ τούτῳ τὸ Τυρρηνικὸν, εἶτα τὸ Σικελικόν· φθάνει δὲ τοῦτο ἄχρι Παχύνου ἐπὶ μεσημβρίαν, καὶ τῶν ἄκρων τῆς Κρήτης ἐπὶ τὴν ἕω, καὶ τῆς Ἰαπυγίας ὡς ἐπὶ βορρᾶν.
10Μεθ’ ἣν ὁ Ἀδρίας πολὺς ἀναχεῖται κόλπος ἐπὶ τὰς ἄρκτους, εἶτ’ εἰς δύσιν ἀποκλίνει, μῆκος μὲν ἔχων ͵ϛʹ σταδίων, μιλίων δὲ [ωʹ], πλάτος δὲ ᾗ πλατύτατος ͵α καὶ σʹ. Τούτου δὲ [τὰ δεξιὰ] Ἰλλυρίς ἐστι, τὰ δὲ εὐώνυμα ἡ Ἰταλία μέχρι τοῦ κατ’ Ἀκυληΐαν μυχοῦ
15καὶ Πόλας.

50

Μετὰ δὲ τὸ Σικελικὸν πέλαγος ἐκδέχεται τὸ Κρητικὸν, ᾧ συνάπτει τὸ Αἰγύπτιον, μεθ’ ὃ τὸ Φοι‐ νίκιον, εἶτ’ ἤδη ἐπὶ τὰς ἄρκτους παρεγκλίνει τὴν ἄνω Συρίαν καὶ τὴν Κιλικίαν παραξύον, μεθ’ ἃς ἐπὶ δύσιν
5ἐπινεύει, καὶ Παμφύλιον προσαγορεύεται πέλαγος ἄχρι Χελιδονίων νήσων καὶ ἄκρας Λυκιακῆς. Ἀπὸ δὲ τῶν Χελιδονίων ἀναπέπταται ὡς πρὸς ἄρκτους τὸ Αἴγαιον, μῆκος ἔχον ἐπὶ βορρᾶν ͵δ σταδίων, μιλίων δὲ φλγʹ, πλάτος δὲ ᾗ πλατύτατον ͵β. Μεθ’ ὃν συνάγεται εἰς
10στενὸν [ὁ] Ἑλλήσποντος, ἑπτὰ σταδίων ἔχων διάστημα κατὰ Σηστὸν καὶ Ἄβυδον.

51

Εἶτα ἀπ’ αὐτοῦ πλατύνεται ἡ Προποντὶς, μῆκος μὲν ἔχουσα τὸ ἀπὸ τῆς Τρωάδος ἐπὶ τὸ Βυζάντιον στα‐
δίων ͵α καὶ φʹ, μιλίων δὲ [σʹ], πάρισον δέ πως καὶ πλά‐ τος. Μετὰ δὲ τὴν Προποντίδα εἰς τετραστάδιον αὖθις508
5στενοῦται καὶ [τὸ] στόμα τοῦ Πόντου, ὃ καλεῖται Βόσπο‐ ρος Θρᾴκιος. Ἐντεῦθεν δὲ ἤδη ὁ Πόντος αὐτὸς ἀνοί‐ γεται διθάλασσος ὢν τρόπῳ τινί· κατὰ μέσον γὰρ αὐτοῦ δύο ἀνέχουσιν ἄκραι, ἀλλήλων ἀπέχουσαι δισ‐ χιλίους που καὶ φʹ σταδίους, ὧν ἡ μὲν ἀπὸ τῆς Ἀσίας
10ἐπ’ ἄρκτους ἀνατείνουσα καλεῖται Κάραμβις, ἡ δὲ ἀπὸ τῆς Εὐρώπης πρὸς νότον Κριοῦ μέτωπον προσα‐ γορεύεται.

52

Καὶ τὰ μὲν ἀριστερὰ τοῦ Πόντου, ἅπερ ἐστὶ πρὸς ἑσπέραν, μῆκος μὲν ἔχει ἀπὸ Βυζαντίου μέχρι τῶν ἐκβολῶν Βορυσθένους σταδίων ͵γωʹ, μιλίων δὲ [φζʹ], πλάτος δὲ ͵β· τὸ δὲ ἑῷον μέρος, ὅπερ ἐστὶ καὶ δεξιὸν
5τοῖς εἰσπλέουσι, μῆκος ἔχει ͵ε ἢ μικρῷ πλέον ἀπὸ τοῦ στόματος ἐπὶ τὸν κατὰ Διοσκουριάδα μυχὸν, πλά‐ τος δὲ ͵γ.

53

Ἡ δὲ περίμετρος τοῦ σύμπαντος Πόντου δισμύ‐ ριά ἐστι καὶ ͵ε, ἐοικυῖα Σκυθικῷ τόξῳ. Τὰ μὲν γὰρ δεξιὰ τῇ νευρᾷ παρομοιοῦσι, πάντοθεν γάρ ἐστιν ἰθυ‐ τενῆ πλὴν τῆς ἀνεχούσης Καράμβεως, τὸ δὲ λοιπὸν
5πᾶν τῷ κέρατι τοῦ τόξου διττὴν ἔχοντι τὴν ἐπιστρο‐ φὴν, ὥστε δύο κόλπους συνίστασθαι, ὧν ὁ ἑσπέριος κατὰ πολὺ περιφερέστερος ὑπάρχει τοῦ ἑῳθινωτέρου. Τούτου δὲ πρὸς ἄρκτον ἡ Μαιῶτις ὑπέρκειται λίμνη, τὴν περίμετρον ͵θ οὖσα σταδίων, ἧς τὸ στόμα Κιμ‐
10μερικὸς καλεῖται Βόσπορος. Ἡ μὲν δὴ καθ’ ἡμᾶς
θάλασσα τοιαύτη.509